οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι, αὕτη δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι· καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρῴσκονθʼ ὁρῶ. καὶ μήν — ἴσως μὲν τοῦ λόγου κενὸν τόδε, Κύπριν προβάλλειν· ἀλλʼ ὅμως εἰρήσεται· πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες. ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ, ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων χάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ; ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις. ἄκουε δή νυν· τὸν θανόντα τόνδʼ ὁρᾷς; τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι. εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος, ὡς πάνθʼ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων