οὐκ ἠξίωσεν, ἀλλʼ ἀφῆκε πόντιον. ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως· ἀλλʼ οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶν Νόμος· νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα καὶ ζῶμεν ἄδικα καὶ δίκαιʼ ὡρισμένοι· ὃς ἐς σʼ ἀνελθὼν εἰ διαφθαρήσεται, καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν, οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον. ταῦτʼ οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με· οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τʼ ἀποσταθεὶς ἰδοῦ με κἀνάθρησον οἷʼ ἔχω κακά. τύραννος ἦ ποτʼ, ἀλλὰ νῦν δούλη σέθεν, εὔπαις ποτʼ οὖσα, νῦν δὲ γραῦς ἄπαις θʼ ἅμα, ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν οἴμοι τάλαινα, ποῖ μʼ ὑπεξάγεις πόδα; ἔοικα πράξειν οὐδέν· ὦ τάλαινʼ ἐγώ. τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν, Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν μισθοὺς διδόντες μανθάνειν, ἵνʼ ἦν ποτε πείθειν ἅ τις βούλοιτο τυγχάνειν θʼ ἅμα; πῶς οὖν ἔτʼ ἄν τις ἐλπίσαι πράξειν καλῶς; οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι, αὕτη δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι· καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρῴσκονθʼ ὁρῶ. καὶ μήν — ἴσως μὲν τοῦ λόγου κενὸν τόδε, Κύπριν προβάλλειν· ἀλλʼ ὅμως εἰρήσεται· πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται