ποῦ δʼ ὢν ἐτύγχανʼ, ἡνίκʼ ὤλλυτο πτόλις; Ἑκάβη πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν. Ἀγαμέμνων ποῖ τῶν τότʼ ὄντων χωρίσας τέκνων μόνον; Ἑκάβη ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών. Ἀγαμέμνων πρὸς ἄνδρʼ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός; Ἑκάβη ἐνταῦθʼ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ. Ἀγαμέμνων θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών; Ἑκάβη τίνος γʼ ὑπʼ ἄλλου; Θρῄξ νιν ὤλεσε ξένος. Ἀγαμέμνων ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν; Ἑκάβη τοιαῦτʼ, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν. Ἀγαμέμνων ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν; Ἑκάβη ἥδʼ, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι. Ἀγαμέμνων τοῦτον ματεύουσʼ ἢ πονοῦσʼ ἄλλον πόνον; Ἑκάβη λούτρʼ ᾤχετʼ οἴσουσʼ ἐξ ἁλὸς Πολυξένῃ. Ἀγαμέμνων κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος. Ἑκάβη θαλασσόπλαγκτόν γʼ, ὧδε διατεμὼν χρόα. Ἀγαμέμνων ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων. Ἑκάβη ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν. Ἀγαμέμνων φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή; Ἑκάβη οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις. ἀλλʼ ὧνπερ οὕνεκʼ ἀμφὶ σὸν πίπτω γόνυ ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ, στέργοιμʼ ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου, ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω δείσας δέδρακεν ἔργον ἀνοσιώτατον, κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί, ξενίας τʼ ἀριθμῷ πρῶτʼ ἔχων ἐμῶν φίλων, τυχὼν δʼ ὅσων δεῖ — . καὶ λαβὼν προμηθίαν ἔκτεινε· τύμβου δʼ, εἰ κτανεῖν ἐβούλετο,