οὐ τῶν θανόντων Πριαμιδῶν ὑπʼ Ἰλίῳ. Ἀγαμέμνων ἦ γάρ τινʼ ἄλλον ἔτεκες ἢ κείνους, γύναι; Ἑκάβη ἀνόνητά γʼ, ὡς ἔοικε, τόνδʼ ὃν εἰσορᾷς. Ἀγαμέμνων ποῦ δʼ ὢν ἐτύγχανʼ, ἡνίκʼ ὤλλυτο πτόλις; Ἑκάβη πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν. Ἀγαμέμνων ποῖ τῶν τότʼ ὄντων χωρίσας τέκνων μόνον; Ἑκάβη ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών. Ἀγαμέμνων πρὸς ἄνδρʼ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός; Ἑκάβη ἐνταῦθʼ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ. Ἀγαμέμνων θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών; Ἑκάβη τίνος γʼ ὑπʼ ἄλλου; Θρῄξ νιν ὤλεσε ξένος. Ἀγαμέμνων ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν; Ἑκάβη τοιαῦτʼ, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν. Ἀγαμέμνων ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν; Ἑκάβη ἥδʼ, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι. Ἀγαμέμνων τοῦτον ματεύουσʼ ἢ πονοῦσʼ ἄλλον πόνον; Ἑκάβη λούτρʼ ᾤχετʼ οἴσουσʼ ἐξ ἁλὸς Πολυξένῃ. Ἀγαμέμνων κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος. Ἑκάβη θαλασσόπλαγκτόν γʼ, ὧδε διατεμὼν χρόα.