ἆρʼ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς μᾶλλον φρένας τοῦδʼ, ὄντος οὐχὶ δυσμενοῦς; Ἀγαμέμνων εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι, ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδʼ ἐγὼ κλύειν. Ἑκάβη οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε; τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω. — Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων καὶ σοῦ γενείου δεξιᾶς τʼ εὐδαίμονος Ἀγαμέμνων τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον αἰῶνα θέσθαι; ῥᾴδιον γάρ ἐστί σοι. Ἑκάβη οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω. Ἀγαμέμνων καὶ δὴ τίνʼ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς; Ἑκάβη οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ. — ὁρᾷς νεκρὸν τόνδʼ, οὗ καταστάζω δάκρυ; Ἀγαμέμνων ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν. Ἑκάβη τοῦτόν ποτʼ ἔτεκον κἄφερον ζώνης ὕπο. Ἀγαμέμνων ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;