Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ Ἀγαμέμνονος τοῦδʼ ἢ φέρω σιγῇ κακά; Ἀγαμέμνων τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν δύρῃ, τὸ πραχθὲν δʼ οὐ λέγεις; — τίς ἔσθʼ ὅδε; Ἑκάβη ἀλλʼ, εἴ με δούλην πολεμίαν θʼ ἡγούμενος γονάτων ἀπώσαιτʼ, ἄλγος ἂν προσθείμεθʼ ἄν. Ἀγαμέμνων οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων. Ἑκάβη ἆρʼ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς μᾶλλον φρένας τοῦδʼ, ὄντος οὐχὶ δυσμενοῦς; Ἀγαμέμνων εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι, ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδʼ ἐγὼ κλύειν. Ἑκάβη οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε; τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω. — Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων καὶ σοῦ γενείου δεξιᾶς τʼ εὐδαίμονος Ἀγαμέμνων τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον αἰῶνα θέσθαι; ῥᾴδιον γάρ ἐστί σοι. Ἑκάβη οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω. Ἀγαμέμνων καὶ δὴ τίνʼ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς; Ἑκάβη οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ. — ὁρᾷς νεκρὸν τόνδʼ, οὗ καταστάζω δάκρυ; Ἀγαμέμνων ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν. Ἑκάβη τοῦτόν ποτʼ ἔτεκον κἄφερον ζώνης ὕπο. Ἀγαμέμνων ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων; Ἑκάβη οὐ τῶν θανόντων Πριαμιδῶν ὑπʼ Ἰλίῳ. Ἀγαμέμνων ἦ γάρ τινʼ ἄλλον ἔτεκες ἢ κείνους, γύναι; Ἑκάβη ἀνόνητά γʼ, ὡς ἔοικε, τόνδʼ ὃν εἰσορᾷς.