Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ ἐλθοῦσʼ, ἐφʼ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι μὴ θιγγάνειν σῆς μηδένʼ Ἀργείων κόρης; ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδʼ ἐψαύομεν· σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ. ἥκω δʼ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ πεπραγμένʼ ἐστίν — εἴ τι τῶνδʼ ἐστὶν καλῶς. ἔα· τίνʼ ἄνδρα τόνδʼ ἐπὶ σκηναῖς ὁρῶ θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι. Ἑκάβη δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ, Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ Ἀγαμέμνονος τοῦδʼ ἢ φέρω σιγῇ κακά; Ἀγαμέμνων τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν δύρῃ, τὸ πραχθὲν δʼ οὐ λέγεις; — τίς ἔσθʼ ὅδε; Ἑκάβη ἀλλʼ, εἴ με δούλην πολεμίαν θʼ ἡγούμενος γονάτων ἀπώσαιτʼ, ἄλγος ἂν προσθείμεθʼ ἄν. Ἀγαμέμνων οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.