ἐν ψαμάθῳ λευρᾷ; Θεράπαινα πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων. Ἑκάβη ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτων ἐμῶν ὄψιν· οὔ με παρέβα φάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ, ὦ τέκνον, οὐκέτʼ ὄντα Διὸς ἐν φάει. Χορός τίς γάρ νιν ἔκτεινʼ; οἶσθʼ ὀνειρόφρων φράσαι; Ἑκάβη ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας, ἵνʼ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας. Χορός οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών; Ἑκάβη ἄρρητʼ ἀνωνόμαστα, θαυμάτων πέρα, οὐχ ὅσιʼ οὐδʼ ἀνεκτά. ποῦ δίκα ξένων; ὦ κατάρατʼ ἀνδρῶν, ὡς διεμοιράσω χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ μέλεα τοῦδε παιδὸς οὐδʼ ᾤκτισας. Χορός ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς. ἀλλʼ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι. Ἀγαμέμνων Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ ἐλθοῦσʼ, ἐφʼ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι μὴ θιγγάνειν σῆς μηδένʼ Ἀργείων κόρης; ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδʼ ἐψαύομεν· σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ. ἥκω δʼ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ πεπραγμένʼ ἐστίν — εἴ τι τῶνδʼ ἐστὶν καλῶς. ἔα· τίνʼ ἄνδρα τόνδʼ ἐπὶ σκηναῖς ὁρῶ θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι. Ἑκάβη δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,