ἐν ψαμάθῳ λευρᾷ; Θεράπαινα πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων. Ἑκάβη ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτων ἐμῶν ὄψιν· οὔ με παρέβα φάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ, ὦ τέκνον, οὐκέτʼ ὄντα Διὸς ἐν φάει. Χορός τίς γάρ νιν ἔκτεινʼ; οἶσθʼ ὀνειρόφρων φράσαι; Ἑκάβη ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας, ἵνʼ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας. Χορός οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών; Ἑκάβη ἄρρητʼ ἀνωνόμαστα, θαυμάτων πέρα, οὐχ ὅσιʼ οὐδʼ ἀνεκτά. ποῦ δίκα ξένων; ὦ κατάρατʼ ἀνδρῶν, ὡς διεμοιράσω χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ μέλεα τοῦδε παιδὸς οὐδʼ ᾤκτισας. Χορός ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς. ἀλλʼ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.