οἴμοι, βλέπω δὴ παῖδʼ ἐμὸν τεθνηκότα, Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζʼ οἴκοις ἀνήρ. ἀπωλόμην δύστηνος, οὐκέτʼ εἰμὶ δή. ὦ τέκνον τέκνον, αἰαῖ, κατάρχομαι γόων, βακχεῖον ἐξ ἀλάστορος ἀρτιμαθῆ νόμον. Θεράπαινα ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ; Ἑκάβη ἄπιστʼ ἄπιστα, καινὰ καινὰ δέρκομαι. ἕτερα δʼ ἀφʼ ἑτέρων κακὰ κακῶν κυρεῖ· οὐδέ ποτʼ ἀστένακτος ἀδάκρυτος ἁ- μέρα μʼ ἐπισχήσει. Χορός δείνʼ, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά. Ἑκάβη ὦ τέκνον τέκνον ταλαίνας ματρός, τίνι μόρῳ θνῄσκεις, τίνι πότμῳ κεῖσαι; πρὸς τίνος ἀνθρώπων; Θεράπαινα οὐκ οἶδʼ· ἐπʼ ἀκταῖς νιν κυρῶ θαλασσίαις Ἑκάβη ἔκβλητον, ἢ πέσημα φοινίου δορός,