σὺ δʼ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε, μὴ θιγγάνειν μοι μηδένʼ, ἀλλʼ εἴργειν ὄχλον, τῆς παιδός. ἔν τοι μυρίῳ στρατεύματι ἀκόλαστος ὄχλος ναυτική τʼ ἀναρχία κρείσσων πυρός, κακὸς δʼ ὁ μή τι δρῶν κακόν. σὺ δʼ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι, βάψασʼ ἔνεγκε δεῦρο ποντίας ἁλός, ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν, νύμφην τʼ ἄνυμφον παρθένον τʼ ἀπάρθενον, λούσω προθῶμαί θʼ — ὡς μὲν ἀξία, πόθεν; οὐκ ἂν δυναίμην· ὡς δʼ ἔχω — τί γὰρ πάθω; — κόσμον τʼ ἀγείρασʼ αἰχμαλωτίδων πάρα, αἵ μοι πάρεδροι τῶνδʼ ἔσω σκηνωμάτων ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας λαθοῦσʼ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων. ὦ σχήματʼ οἴκων, ὦ ποτʼ εὐτυχεῖς δόμοι, ὦ πλεῖστʼ ἔχων κάλλιστά τʼ, εὐτεκνώτατε Πρίαμε, γεραιά θʼ ἥδʼ ἐγὼ μήτηρ τέκνων, ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος τοῦ πρὶν στερέντες. εἶτα δῆτʼ ὀγκούμεθα, ὃ μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν, ὃ δʼ ἐν πολίταις τίμιος κεκλημένος. τὰ δʼ οὐδὲν ἄλλως, φροντίδων βουλεύματα γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος, ὅτῳ κατʼ ἦμαρ τυγχάνει μηδὲν κακόν. Χορός ἐμοὶ χρῆν συμφοράν, ἐμοὶ χρῆν πημονὰν γενέσθαι, Ἰδαίαν ὅτε πρῶτον ὕλαν Ἀλέξανδρος εἰλατίναν ἐτάμεθʼ, ἅλιον ἐπʼ οἶδμα ναυστολήσων