φύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰν κορμοὺς φέροντες πευκίνους, ὁ δʼ οὐ φέρων πρὸς τοῦ φέροντος τοιάδʼ ἤκουεν κακά· Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων; οὐκ εἶ τι δώσων τῇ περίσσʼ εὐκαρδίῳ ψυχήν τʼ ἀρίστῃ; τοιάδʼ ἀμφὶ σῆς λέγων παιδὸς θανούσης, εὐτεκνωτάτην τέ σε πασῶν γυναικῶν δυστυχεστάτην θʼ ὁρῶ. Χορός δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν πόλει τε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε. Ἑκάβη ὦ θύγατερ, οὐκ οἶδʼ εἰς ὅ τι βλέψω κακῶν, πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος, τόδʼ οὐκ ἐᾷ με, παρακαλεῖ δʼ ἐκεῖθεν αὖ λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς. καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός· τὸ δʼ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει, χρηστὴ δʼ ἁμαρτοῦσʼ ὧν χρεὼν αὐτὴν τυχεῖν κακὸν δίδωσι καρπόν, ἀνθρώποις δʼ ἀεὶ ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός, ὁ δʼ ἐσθλὸς ἐσθλός, οὐδὲ συμφορᾶς ὕπο φύσιν διέφθειρʼ, ἀλλὰ χρηστός ἐστʼ ἀεί; ἆρʼ οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί; ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς δίδαξιν ἐσθλοῦ· τοῦτο δʼ ἤν τις εὖ μάθῃ, οἶδεν τό γʼ αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών. καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·