ἡμεῖς δʼ ἄτεκνοι τοὐπὶ σʼ· ὦ τάλαινʼ ἐγώ. πῶς καί νιν ἐξεπράξατʼ; ἆρʼ αἰδούμενοι; ἢ πρὸς τὸ δεινὸν ἤλθεθʼ ὡς ἐχθράν, γέρον, κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα. Ταλθύβιος διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι, σῆς παιδὸς οἴκτῳ· νῦν τε γὰρ λέγων κακὰ τέγξω τόδʼ ὄμμα, πρὸς τάφῳ θʼ ὅτʼ ὤλλυτο. παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς· λαβὼν δʼ Ἀχιλλέως παῖς Πολυξένην χερὸς ἔστησʼ ἐπʼ ἄκρου χώματος, πέλας δʼ ἐγώ· λεκτοί τʼ Ἀχαιῶν ἔκκριτοι νεανίαι, σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν, ἕσποντο. πλῆρες δʼ ἐν χεροῖν λαβὼν δέπας πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως χοὰς θανόντι πατρί· σημαίνει δέ μοι σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ. κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε· Σιγᾶτʼ, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς, σίγα σιώπα· νήνεμον δʼ ἔστησʼ ὄχλον. ὃ δʼ εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δʼ ἐμός, δέξαι χοάς μοι τάσδε κηλητηρίους, νεκρῶν ἀγωγούς· ἐλθὲ δʼ, ὡς πίῃς μέλαν κόρης ἀκραιφνὲς αἷμʼ, ὅ σοι δωρούμεθα στρατός τε κἀγώ· πρευμενὴς δʼ ἡμῖν γενοῦ λῦσαί τε πρύμνας καὶ χαλινωτήρια νεῶν δὸς ἡμῖν πρευμενοῦς τʼ ἀπʼ Ἰλίου νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν. τοσαῦτʼ ἔλεξε, πᾶς δʼ ἐπηύξατο στρατός. εἶτʼ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν