καλλίστων ὑδάτων πατέρα φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν; Χορός ἢ νάσων, ἁλιήρει κώπᾳ πεμπομέναν τάλαι- ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις, ἔνθα πρωτόγονός τε φοῖ- νιξ δάφνα θʼ ἱεροὺς ἀνέ- σχε πτόρθους Λατοῖ φίλᾳ ὠ- δῖνος ἄγαλμα Δίας; σὺν Δηλιάσιν τε κού- ραισιν Ἀρτέμιδος θεᾶς χρυσέαν ἄμπυκα τόξα τʼ εὐλογήσω; Χορός ἢ Παλλάδος ἐν πόλει τὰς καλλιδίφρους Ἀθα- ναίας ἐν κροκέῳ πέπλῳ ζεύξομαι ἆρα πώλους ἐν δαιδαλέαισι ποικίλλουσʼ ἀνθοκρόκοισι πήναις, ἢ Τιτάνων γενεὰν τὰν Ζεὺς ἀμφιπύρῳ κοιμί- ζει φλογμῷ Κρονίδας; Χορός ὤ μοι τεκέων ἐμῶν, ὤ μοι πατέρων χθονός θʼ, ἃ καπνῷ κατερείπεται, τυφομένα, δορίκτητος Ἀργεΐων· ἐγὼ δʼ ἐν ξεί- νᾳ χθονὶ δὴ κέκλημαι δού- λα, λιποῦσʼ Ἀσίαν, Εὐρώπας θεραπνᾶν ἀλλά- ξασʼ Ἅιδα θαλάμους.