καὶ δὶς τόσον πῶμʼ αἵματος γενήσεται γαίᾳ νεκρῷ τε τῷ τάδʼ ἐξαιτουμένῳ. Ὀδυσσεύς ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος ἄλλος πρὸς ἄλλῳ· μηδὲ τόνδʼ ὠφείλομεν. Ἑκάβη πολλή γʼ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ. Ὀδυσσεύς πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος. Ἑκάβη ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδʼ ἕξομαι. Ὀδυσσεύς οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις. Ἑκάβη ὡς τῆσδʼ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι. Ὀδυσσεύς ἀλλʼ οὐδʼ ἐγὼ μὴν τήνδʼ ἄπειμʼ αὐτοῦ λιπών. Πολυξένη μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου, χάλα τοκεῦσιν εἰκότως θυμουμένοις, σύ τʼ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου. βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη, ἀσχημονῆσαί τʼ ἐκ νέου βραχίονος σπασθεῖσʼ, ἃ πείσῃ; μὴ σύ γʼ· οὐ γὰρ ἄξιον. ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι· ὡς οὔποτʼ αὖθις, ἀλλὰ νῦν πανύστατον ἀκτῖνα κύκλον θʼ ἡλίου προσόψομαι. τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων. ὦ μῆτερ, ὦ τεκοῦσʼ, ἄπειμι δὴ κάτω. Ἑκάβη ὦ θύγατερ, ἡμεῖς δʼ ἐν φάει δουλεύσομεν. Πολυξένη ἄνυμφος ἀνυμέναιος ὧν μʼ ἐχρῆν τυχεῖν. Ἑκάβη οἰκτρὰ σύ, τέκνον, ἀθλία δʼ ἐγὼ γυνή. Πολυξένη ἐκεῖ δʼ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν. Ἑκάβη οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον; Πολυξένη δούλη θανοῦμαι, πατρὸς οὖσʼ ἐλευθέρου. Ἑκάβη ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων.