προσθεὶς δʼ ἀνάγκην σιτοποιὸν ἐν δόμοις, σαίρειν τε δῶμα κερκίσιν τʼ ἐφεστάναι λυπρὰν ἄγουσαν ἡμέραν μʼ ἀναγκάσει· λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα. οὐ δῆτʼ· ἀφίημʼ ὀμμάτων ἐλευθέρων φέγγος τόδʼ, Ἅιδῃ προστιθεῖσʼ ἐμὸν δέμας. ἄγου μʼ, Ὀδυσσεῦ, καὶ διέργασαί μʼ ἄγων· οὔτʼ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ θάρσος παρʼ ἡμῖν ὥς ποτʼ εὖ πρᾶξαί με χρή. μῆτερ, σὺ δʼ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ, λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοι θανεῖν πρὶν αἰσχρῶν μὴ κατʼ ἀξίαν τυχεῖν. ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν, φέρει μέν, ἀλγεῖ δʼ αὐχένʼ ἐντιθεὶς ζυγῷ· θανὼν δʼ ἂν εἴη μᾶλλον εὐτυχέστερος ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος. Χορός δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις. Ἑκάβη καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῷ Πηλέως χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε, ἡμᾶς δʼ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως κεντεῖτε, μὴ φείδεσθʼ· ἐγὼ ῎τεκον Πάριν, ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών. Ὀδυσσεύς οὐ σʼ, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως φάντασμʼ Ἀχαιούς, ἀλλὰ τήνδʼ, ᾐτήσατο. Ἑκάβη ὑμεῖς δέ μʼ ἀλλὰ θυγατρὶ συμφονεύσατε,