σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω· ἃ δʼ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι, Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον. ἡμῖν δʼ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι, θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστʼ ἀνήρ. οὔκουν τόδʼ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ χρώμεσθʼ, ἐπεὶ δʼ ὄλωλε, μὴ χρώμεσθʼ ἔτι; εἶεν· τί δῆτʼ ἐρεῖ τις, ἤν τις αὖ φανῇ στρατοῦ τʼ ἄθροισις πολεμίων τʼ ἀγωνία; πότερα μαχούμεθʼ ἢ φιλοψυχήσομεν, τὸν κατθανόνθʼ ὁρῶντες οὐ τιμώμενον; καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθʼ ἡμέραν κεἰ σμίκρʼ ἔχοιμι, πάντʼ ἂν ἀρκούντως ἔχοι· τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις. εἰ δʼ οἰκτρὰ πάσχειν φῄς, τάδʼ ἀντάκουέ μου· εἰσὶν παρʼ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν, νύμφαι τʼ ἀρίστων νυμφίων τητώμεναι, ὧν ἥδε κεύθει σώματʼ Ἰδαία κόνις. τόλμα τάδʼ. ἡμεῖς δʼ, εἰ κακῶς νομίζομεν τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν· οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας θαυμάζεθʼ, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ, ὑμεῖς δʼ ἔχηθʼ ὅμοια τοῖς βουλεύμασιν.