ἃ δʼ ἀντιδοῦναι δεῖ σʼ ἀπαιτούσης ἐμοῦ, ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸς καὶ τῆσδε γραίας προσπίτνων παρηίδος· ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ χάριν τʼ ἀπαιτῶ τὴν τόθʼ ἱκετεύω τέ σε, μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς, μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις. ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν· ἥδʼ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή, πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ. οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεών, οὐδʼ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί· κἀγὼ γὰρ ἦ ποτʼ, ἀλλὰ νῦν οὐκ εἴμʼ ἔτι, τὸν πάντα δʼ ὄλβον ἦμαρ ἕν μʼ ἀφείλετο. ἀλλʼ, ὦ φίλον γένειον, αἰδέσθητί με, οἴκτιρον· ἐλθὼν δʼ εἰς Ἀχαιικὸν στρατὸν παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε βωμῶν ἀποσπάσαντες, ἀλλʼ ᾠκτίρατε. νόμος δʼ ἐν ὑμῖν τοῖς τʼ ἐλευθέροις ἴσος καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι. τὸ δʼ ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν πείσει· λόγος γὰρ ἔκ τʼ ἀδοξούντων ἰὼν κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει. Χορός οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις, ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ. Ὀδυσσεύς Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳ τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός. ἐγὼ τὸ μὲν σὸν σῶμʼ ὑφʼ οὗπερ εὐτύχουν