οἶδʼ· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου. Ἑκάβη ἔγνω δέ σʼ Ἑλένη καὶ μόνῃ κατεῖπʼ ἐμοί; Ὀδυσσεύς μεμνήμεθʼ ἐς κίνδυνον ἐλθόντες μέγαν. Ἑκάβη ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν; Ὀδυσσεύς ὥστʼ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρʼ ἐμήν. Ἑκάβη ἔσωσα δῆτά σʼ ἐξέπεμψά τε χθονός; Ὀδυσσεύς ὥστʼ εἰσορᾶν γε φέγγος ἡλίου τόδε. Ἑκάβη τί δῆτʼ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε; Ὀδυσσεύς πολλῶν λόγων εὑρήμαθʼ, ὥστε μὴ θανεῖν. Ἑκάβη οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν, ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν, δρᾷς δʼ οὐδὲν ἡμᾶς εὖ, κακῶς δʼ ὅσον δύνῃ; ἀχάριστον ὑμῶν σπέρμʼ, ὅσοι δημηγόρους ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι, οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε, ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι. ἀτὰρ τί δὴ σόφισμα τοῦθʼ ἡγούμενοι ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου; πότερα τὸ χρῆν σφʼ ἐπήγαγʼ ἀνθρωποσφαγεῖν πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει; ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων ἐς τήνδʼ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον; ἀλλʼ οὐδὲν αὐτὸν ἥδε γʼ εἴργασται κακόν. Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα· κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τʼ ἄγει. εἰ δʼ αἰχμαλώτων χρή τινʼ ἔκκριτον θανεῖν κάλλει θʼ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε· ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη, ἀδικοῦσά θʼ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη. τῷ μὲν δικαίῳ τόνδʼ ἁμιλλῶμαι λόγον·