ἐξαύδα· μὴ κρύψῃς δαρόν. δειμαίνω δειμαίνω, μᾶτερ, τί ποτʼ ἀναστένεις Ἑκάβη ὦ τέκνον τέκνον μελέας ματρὸς Πολυξένη τί δὲ τόδʼ ἀγγελεῖς; Ἑκάβη σφάξαι σʼ Ἀργείων κοινὰ συντείνει πρὸς τύμβον γνώμα Πηλείᾳ γέννᾳ. Πολυξένη οἴμοι μᾶτερ, πῶς φθέγγῃ ἀμέγαρτα κακῶν; μάνυσόν μοι, μάνυσον, μᾶτερ. Ἑκάβη αὐδῶ, παῖ, δυσφήμους φήμας· ἀγγέλλουσʼ Ἀργείων δόξαι ψήφῳ τᾶς σᾶς περί μοι ψυχᾶς. Πολυξένη ὦ δεινὰ παθοῦσʼ, ὦ παντλάμων, ὦ δυστάνου μᾶτερ βιοτᾶς οἵαν οἵαν αὖ σοι λώβαν ἐχθίσταν ἀρρήταν τʼ ὦρσέν τις δαίμων; οὐκέτι σοι παῖς ἅδʼ οὐκέτι δὴ γήρᾳ δειλαίῳ δειλαία συνδουλεύσω. σκύμνον γάρ μʼ ὥστʼ οὐριθρέπταν μόσχον δειλαία δειλαίαν ἐσόψῃ, χειρὸς ἀναρπαστὰν σᾶς ἄπο λαιμότομόν τʼ Ἀίδᾳ γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα τάλαινα κείσομαι. καὶ σοῦ μέν, μᾶτερ, δυστάνου