δειρῆς νασμῷ μελαναυγεῖ. Ἑκάβη οἲ ἐγὼ μελέα, τί ποτʼ ἀπύσω; ποίαν ἀχώ, ποῖον ὀδυρμόν, δειλαία δειλαίου γήρως, δουλείας τᾶς οὐ τλατᾶς, τᾶς οὐ φερτᾶς; οἴμοι. τίς ἀμύνει μοι; ποία γέννα, ποία δὲ πόλις; φροῦδος πρέσβυς, φροῦδοι παῖδες. ποίαν ἢ ταύταν ἢ κείναν στείχω; ποῖ δʼ ἥσω; ποῦ τις θεῶν ἢ δαιμόνων ἐπαρωγός; ὦ κάκʼ ἐνεγκοῦσαι, Τρῳάδες ὦ κάκʼ ἐνεγκοῦσαι πήματʼ, ἀπωλέσατʼ ὠλέσατʼ· οὐκέτι μοι βίος ἀγαστὸς ἐν φάει. ὦ τλάμων ἅγησαί μοι πούς, ἅγησαι τᾷ γηραιᾷ πρὸς τάνδʼ αὐλάν· ὦ τέκνον, ὦ παῖ, δυστανοτάτας ματέρος — ἔξελθʼ ἔξελθʼ οἴκων — ἄιε ματέρος αὐδάν. ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵαν ἀίω φάμαν περὶ σᾶς ψυχᾶς. Πολυξένη ἰώ· μᾶτερ μᾶτερ τί βοᾷς; τί νέον καρύξασʼ οἴκων μʼ ὥστʼ ὄρνιν θάμβει τῷδʼ ἐξέπταξας; Ἑκάβη οἴμοι τέκνον. Πολυξένη τί με δυσφημεῖς; φροίμιά μοι κακά. Ἑκάβη αἰαῖ σᾶς ψυχᾶς.