τὼ Θησείδα δʼ, ὄζω Ἀθηνῶν, δισσῶν μύθων ῥήτορες ἦσαν· γνώμῃ δὲ μιᾷ συνεχωρείτην, τὸν Ἀχίλλειον τύμβον στεφανοῦν αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας λέκτρʼ οὐκ ἐφάτην τῆς Ἀχιλείας πρόσθεν θήσειν ποτὲ λόγχης. σπουδαὶ δὲ λόγων κατατεινομένων ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων κόπις ἡδυλόγος δημοχαριστὴς Λαερτιάδης πείθει στρατιὰν μὴ τὸν ἄριστον Δαναῶν πάντων δούλων σφαγίων εἵνεκʼ ἀπωθεῖν, μηδέ τινʼ εἰπεῖν παρὰ Φερσεφόνῃ στάντα φθιμένων ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων Τροίας πεδίων ἀπέβησαν. ἥξει δʼ Ὀδυσεὺς ὅσον οὐκ ἤδη, πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων. ἀλλʼ ἴθι ναούς, ἴθι πρὸς βωμούς, ἵζʼ Ἀγαμέμνονος ἱκέτις γονάτων, κήρυσσε θεοὺς τούς τʼ οὐρανίδας τούς θʼ ὑπὸ γαῖαν. ἢ γάρ σε λιταὶ διακωλύσουσʼ ὀρφανὸν εἶναι παιδὸς μελέας, ἢ δεῖ σʼ ἐπιδεῖν τύμβου προπετῆ φοινισσομένην αἵματι παρθένον ἐκ χρυσοφόρου