γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν· κᾆτʼ ἐκ γαληνῶν — πῶς δοκεῖς; — προσφθεγμάτων εὐθὺς λαβοῦσαι φάσγανʼ ἐκ πέπλων ποθὲν κεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκην ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας καὶ κῶλα· παισὶ δʼ ἀρκέσαι χρῄζων ἐμοῖς, εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν, κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας, πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας. τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον, ἐξειργάσαντο δείνʼ· ἐμῶν γὰρ ὀμμάτων, πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας κεντοῦσιν, αἱμάσσουσιν· εἶτʼ ἀνὰ στέγας φυγάδες ἔβησαν· ἐκ δὲ πηδήσας ἐγὼ θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας, ἅπαντʼ ἐρευνῶν τοῖχον ὡς κυνηγέτης βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν πέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών, Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους, εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν, ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω· γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει τοιόνδʼ· ὁ δʼ αἰεὶ ξυντυχὼν ἐπίσταται. Χορός μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος. πολλαὶ γὰρ ἡμῶν, αἳ μέν εἰσʼ ἐπίφθονοι, αἳ δʼ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν. Ἑκάβη Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον·