πέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸν Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί, φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος. Πολυμήστωρ ὦ φίλτατʼ· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν φωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν; Ἀγαμέμνων ἔα· Πολυμῆστορ· ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν; τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας, παῖδάς τε τούσδʼ ἔκτεινεν; ἦ μέγαν χόλον σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα. Πολυμήστωρ Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν ἀπώλεσʼ — οὐκ ἀπώλεσʼ, ἀλλὰ μειζόνως. Ἀγαμέμνων τί φῄς; σὺ τοὔργον εἴργασαι τόδʼ, ὡς λέγει; σὺ τόλμαν, Ἑκάβη, τήνδʼ ἔτλης ἀμήχανον; Πολυμήστωρ ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που; σήμηνον, εἰπὲ ποῦ ʼσθʼ, ἵνʼ ἁρπάσας χεροῖν διασπάσωμαι καὶ καθαιμάξω χρόα. Ἀγαμέμνων οὗτος, τί πάσχεις;