ποῖ τράπωμαι, ποῖ πορευθῶ; ἀμπτάμενος οὐράνιον ὑψιπετὲς ἐς μέλαθρον, Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη- σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδα μελάγχρωτα πορθμὸν ᾄξω τάλας; Χορός συγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰ πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης. Ἀγαμέμνων κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος πέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸν Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί, φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος. Πολυμήστωρ ὦ φίλτατʼ· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν φωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν; Ἀγαμέμνων ἔα· Πολυμῆστορ· ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν; τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας, παῖδάς τε τούσδʼ ἔκτεινεν; ἦ μέγαν χόλον σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα. Πολυμήστωρ Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν ἀπώλεσʼ — οὐκ ἀπώλεσʼ, ἀλλὰ μειζόνως. Ἀγαμέμνων τί φῄς; σὺ τοὔργον εἴργασαι τόδʼ, ὡς λέγει; σὺ τόλμαν, Ἑκάβη, τήνδʼ ἔτλης ἀμήχανον; Πολυμήστωρ ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που; σήμηνον, εἰπὲ ποῦ ʼσθʼ, ἵνʼ ἁρπάσας χεροῖν διασπάσωμαι καὶ καθαιμάξω χρόα. Ἀγαμέμνων οὗτος, τί πάσχεις; Πολυμήστωρ πρὸς θεῶν σε λίσσομαι, μέθες μʼ ἐφεῖναι τῇδε μαργῶσαν χέρα.