δράσαντι δʼ αἰσχρὰ δεινὰ τἀπιτίμια. δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς. Πολυμήστωρ αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο- πλον εὔιππον Ἄρει κάτοχον γένος. ἰὼ Ἀχαιοί. — ἰὼ Ἀτρεῖδαι. — βοὰν βοὰν ἀυτῶ, βοάν. ὢ ἴτε· μόλετε πρὸς θεῶν. κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε; γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰ δεινὰ πεπόνθαμεν. ὤμοι ἐμᾶς λώβας. ποῖ τράπωμαι, ποῖ πορευθῶ; ἀμπτάμενος οὐράνιον ὑψιπετὲς ἐς μέλαθρον, Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη- σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδα μελάγχρωτα πορθμὸν ᾄξω τάλας; Χορός συγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰ πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης. Ἀγαμέμνων κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος