ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν; εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον ἀκέσαιʼ ἀκέσαιο τυφλόν, Ἅλιε, φέγγος ἐπαλλάξας. ἆ ἆ, σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι τάνδε γυναικῶν. πᾷ πόδʼ ἐπᾴξας σαρκῶν ὀστέων τʼ ἐμπλησθῶ, θοίναν ἀγρίων θηρῶν τιθέμενος, ἀρνύμενος λώβαν λύμας ἀντίποινʼ ἐμᾶς; ὦ τάλας. ποῖ πᾷ φέρομαι τέκνʼ ἔρημα λιπὼν Βάκχαις Ἅιδου διαμοιρᾶσαι, σφακτά, κυσίν τε φοινίαν δαῖτʼ ἀνή- μερον τʼ οὐρείαν ἐκβολάν; πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ, ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν; Χορός ὦ τλῆμον, ὥς σοι δύσφορʼ εἴργασται κακά· δράσαντι δʼ αἰσχρὰ δεινὰ τἀπιτίμια. δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς. Πολυμήστωρ αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο- πλον εὔιππον Ἄρει κάτοχον γένος. ἰὼ Ἀχαιοί. — ἰὼ Ἀτρεῖδαι. — βοὰν βοὰν ἀυτῶ, βοάν. ὢ ἴτε· μόλετε πρὸς θεῶν. κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε; γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰ δεινὰ πεπόνθαμεν. ὤμοι ἐμᾶς λώβας.