ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυον Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει· ὀλέθριον ὀλέθριον κακόν. ψεύσει σʼ ὁδοῦ τῆσδʼ ἐλπὶς ἥ σʼ ἐπήγαγεν θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας· ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον. Πολυμήστωρ ἔσωθεν ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας. Χορός — ἠκούσατʼ ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι; Πολυμήστωρ ὤμοι μάλʼ αὖθις, τέκνα, δυστήνου σφαγῆς. Χορός — φίλαι, πέπρακται καίνʼ ἔσω δόμων κακά. Πολυμήστωρ ἀλλʼ οὔτι μὴ φύγητε λαιψηρῷ ποδί· βάλλων γὰρ οἴκων τῶνδʼ ἀναρρήξω μυχούς. Χορός — ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος. — βούλεσθʼ ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖ Ἑκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους. Ἑκάβη ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας· οὐ γάρ ποτʼ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις, οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτεινʼ ἐγώ.