μηδὲν φοβηθῇς παῖδ’, ὅσ’ εἰς ἔμ’ ὕβρισε. τοία γὰρ αὐτῷ μηχανὴ πεπλεγμένη βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ, τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα. ὁ μητροφόντης δ’, ἢν δορυξένων ἐμῶν μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα, δείξει γαμεῖν σφε μηδέν’ ὧν ἐχρῆν ἐμέ. πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις γνώμης ὀνήσει θεῷ διδόντα νῦν δίκας, ἀλλ’ ἔκ τ’ ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς κακῶς ὀλεῖται· γνώσεται δ’ ἔχθραν ἐμήν. ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν δαίμων δίδωσι κοὐκ ἐᾷ φρονεῖν μέγα. Χορός ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίῳ εὐτειχῆ πάγον καὶ πόντιε κυανέαις ἵπποις διφρεύ- ων ἅλιον πέλαγος, τίνος οὕνεκ’ ἄτιμον ὀργᾶς ἃν χέρα τεκτοσύνας Ἐ- νυαλίῳ δοριμήστορι προσθέν- τες τάλαιναν τάλαι- ναν μεθεῖτε Τροίαν; Χορός πλείστους δ’ ἐπ’ ἀκταῖσιν Σιμοεντίσιν εὐίππους ὄχους ἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ- λας ἔθετ’ ἀστεφάνους· ἀπὸ δὲ φθίμενοι βεβᾶσιν Ἰλιάδαι βασιλῆες, οὐδ’ ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί-