ἄξω σ’ ἀπ’ οἴκων καὶ πατρὸς δώσω χερί. τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου. Ἑρμιόνη νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε. ἀλλ’ ὡς τάχιστα τῶνδέ μ’ ἔκπεμψον δόμων, μὴ φθῇ με προσβὰς δῶμα καὶ μολὼν πόσις, ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν μαθὼν Πηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν. Ὀρέστης θάρσει γέροντος χεῖρα· τὸν δ’ Ἀχιλλέως μηδὲν φοβηθῇς παῖδ’, ὅσ’ εἰς ἔμ’ ὕβρισε. τοία γὰρ αὐτῷ μηχανὴ πεπλεγμένη βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ, τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα. ὁ μητροφόντης δ’, ἢν δορυξένων ἐμῶν μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα, δείξει γαμεῖν σφε μηδέν’ ὧν ἐχρῆν ἐμέ. πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις γνώμης ὀνήσει θεῷ διδόντα νῦν δίκας, ἀλλ’ ἔκ τ’ ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς κακῶς ὀλεῖται· γνώσεται δ’ ἔχθραν ἐμήν. ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν δαίμων δίδωσι κοὐκ ἐᾷ φρονεῖν μέγα. Χορός ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίῳ εὐτειχῆ πάγον καὶ πόντιε κυανέαις ἵπποις διφρεύ- ων ἅλιον πέλαγος,