νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ. πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες; κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν, αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους· Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην; μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοις βλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη. κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους, σοφῶν πανούργων ποικίλων λαλημάτων, ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ ἐχρῆν πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει; πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν· παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν, ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς. ἀλλ’ οὔποτ’ οὔποτ’—οὐ γὰρ εἰσάπαξ ἐρῶ— χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή, πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν· ἣ μέν τι κερδαίνουσα συμφθείρει λέχος, ἣ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει, πολλαὶ δὲ μαργότητι κἀντεῦθεν δόμοι νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ’ εὖ φυλάσσετε κλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας· ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά. Χορός ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον. συγγνωστὰ μέν νυν σοὶ τάδ’, ἀλλ’ ὅμως χρεὼν