τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος; Ἑρμιόνη τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου. Ὀρέστης ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις; Ἑρμιόνη τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν. Ὀρέστης κακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη. Ἑρμιόνη τοιαῦτα ταῦτα. κᾆτ’ ἔγωγ’ ἠμυνάμην. Ὀρέστης μῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή; Ἑρμιόνη φόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ. Ὀρέστης κἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο; Ἑρμιόνη γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων. Ὀρέστης σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου; Ἑρμιόνη πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών. Ὀρέστης κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί; Ἑρμιόνη αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών. Ὀρέστης συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν. Ἑρμιόνη ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν; ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον, πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτω ἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γε δόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με, μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάρος Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις, κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεν νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ. πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες; κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν, αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους· Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;