δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν. Ἀνδρομάχη χώρει νυν· ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶ θρήνοισι καὶ γόοισι καὶ δακρύμασι, πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν ἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν. πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν, πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτορα στερρόν τε τὸν ἐμὸν δαίμον’ ᾧ συνεζύγην δούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως. χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν, πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς ὅπως περάσας ἡμέραν ἥξει κάτω. Ἀνδρομάχη Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν ἠγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν. ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον εἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος· αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας, δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ. πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις. ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς. Χορός ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις δαρὸν οὐδὲ λείπεις, Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,