προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν. ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμων πάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς, πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον. Χορός καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένος σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται. Ὀρέστης ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέως παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι; Χορός ἔγνως· ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε; Ὀρέστης Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος, ὄνομα δ’ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς μαντεῖα Δωδωναῖ’. ἐπεὶ δ’ ἀφικόμην Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ ναίουσ’ ἀφ’ ἡμῶν πεδί’ ὅμως ἐστὶν φίλη. Ἑρμιόνη ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων, οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας, πράσσοντας οὐκ εὖ. στεμμάτων δ’ οὐχ ἥσσονας σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς. Ὀρέστης ἔα· τί χρῆμα; μῶν ἐσφάλμεθ’ ἢ σαφῶς ὁρῶ δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην; Ἑρμιόνη ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ Ἑλένη κατ’ οἴκους πατρί· μηδὲν ἀγνόει. Ὀρέστης ὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν. τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά; Ἑρμιόνη τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει, τὰ δ’ ἐκ θεῶν του· πανταχῇ δ’ ὀλώλαμεν.