ἀπόδος, ὦ φίλα, ’πόδος, ἵν’ ἀνταίαν ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις; Τροφός ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς; Ἑρμιόνη οἴμοι πότμου. ποῦ μοι πυρὸς φίλα φλόξ; ποῦ δ’ εἰς πέτρας ἀερθῶ, ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων, ἵνα θανοῦσα νερτέροισιν μέλω; Τροφός τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε. Ἑρμιόνη ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν ὡσεὶ μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας. —ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσω νυμφιδίῳ στέγᾳ. τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ; ἢ δούλα δούλας γόνασι προσπέσω; Φθιάδος ἐκ γᾶς κυανόπτερος ὄρνις εἴθ’ εἴην, ἢ πευκᾶεν σκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰς πρωτόπλοος πλάτα. Τροφός ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα, ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες, οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν. οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις. οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει, ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν ἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος. πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον,