ἀπόδος, ὦ φίλα, ’πόδος, ἵν’ ἀνταίαν ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις; Τροφός ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς; Ἑρμιόνη οἴμοι πότμου. ποῦ μοι πυρὸς φίλα φλόξ; ποῦ δ’ εἰς πέτρας ἀερθῶ, ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων, ἵνα θανοῦσα νερτέροισιν μέλω; Τροφός τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε. Ἑρμιόνη ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν ὡσεὶ μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας. —ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσω νυμφιδίῳ στέγᾳ. τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ; ἢ δούλα δούλας γόνασι προσπέσω; Φθιάδος ἐκ γᾶς κυανόπτερος ὄρνις εἴθ’ εἴην, ἢ πευκᾶεν σκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰς πρωτόπλοος πλάτα. Τροφός ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα, ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες, οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν. οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις. οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει, ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν