τί δῆτα φήσω χρόνιος οὖσ’ ἐκ δωμάτων; Ἀνδρομάχη πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ. Θεράπαινα κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ. Ἀνδρομάχη ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς. Θεράπαινα οὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσῃς ἐμοί. ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίος δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν. Ἀνδρομάχη χώρει νυν· ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶ θρήνοισι καὶ γόοισι καὶ δακρύμασι, πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν ἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν. πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν, πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτορα στερρόν τε τὸν ἐμὸν δαίμον’ ᾧ συνεζύγην δούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως. χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν, πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς ὅπως περάσας ἡμέραν ἥξει κάτω. Ἀνδρομάχη Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν ἠγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν. ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον εἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος· αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας, δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ. πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον