ἔγνωκε πράξασ’ οὐ καλῶς. ἐγὼ μὲν οὖν δέσποιναν εἴργουσ’ ἀγχόνης κάμνω, φίλαι· ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων φίλων νέοι μολόντες εὐπιθέστεροι. Χορός καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν βοὴν ἐφ’ οἷσιν ἦλθες ἀγγέλλουσα σύ. δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένει πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷ φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν. Ἑρμιόνη ἰώ μοί μοι· σπάραγμα κόμας ὀνύχων τε δάι’ ἀ- μύγματα θήσομαι. Τροφός ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ; Ἑρμιόνη αἰαῖ αἰαῖ· ἔρρ’ αἰθέριον πλοκάμων ἐμῶν ἄπο, λεπτόμιτον φάρος. Τροφός τέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους. Ἑρμιόνη τί δέ με δεῖ στέρνα καλύπτειν πέπλοις; δῆλα καὶ ἀμφιφανῆ καὶ ἄκρυπτα δε- δράκαμεν πόσιν. Τροφός ἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν; Ἑρμιόνη κατὰ μὲν οὖν στένω δαΐας τόλμας, ἂν ἔρεξ’· ὦ κατάρατος ἐγὼ κατά- ρατος ἀνθρώποις. Τροφός συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις. Ἑρμιόνη τί μοι ξίφος ἐκ χερὸς ἠγρεύσω;