ἢ ξὺν φθόνῳ σφάλλειν δυνάμει τε δίκαν. ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν, ἐν δὲ χρόνῳ τελέθει ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμων. ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν, μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις καὶ πόλει δύνασθαι. Χορός ὦ γέρον Αἰακίδα, πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ- ρων ὁμιλῆσαι δορὶ κλεινοτάτῳ· καὶ ἐπ’ Ἀργῴου δορὸς ἄξενον ὑγρὰν ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων κλεινὰν ἐπὶ ναυστολίαν, Ἰλιάδα τε πόλιν ὅτε πάρος εὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνῳ, κοινὰν τὰν εὔκλειαν ἔχοντ’ Εὐρώπαν ἀφικέσθαι. Τροφός ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῷ διάδοχον ἐν τῇδ’ ἡμέρᾳ πορσύνεται. δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω, πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα, οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει, πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων ἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ, ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν. μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι. οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα