ξύλλυε μητρὸς δεσμόν· ἐν Φθίᾳ σ’ ἐγὼ θρέψω μέγαν τοῖσδ’ ἐχθρόν. εἰ δ’ ἀπῆν δορὸς τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών, τἄλλ’ ὄντες ἴστε μηδενὸς βελτίονες. Χορός ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο. Μενέλαος ἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ· ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼν οὔτ’ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι. καὶ νῦν μέν—οὐ γὰρ ἄφθονον σχολὴν ἔχω— ἄπειμ’ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη, νῦν δ’ ἐχθρὰ ποιεῖ· τήνδ’ ἐπεξελθεῖν θέλω στρατηλατήσας χὑποχείριον λαβεῖν. ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν, ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους. κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖ σώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται· θυμούμενος δὲ τεύξεται θυμουμένων, ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται. τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω· σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις, ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον. Πηλεύς ἡγοῦ, τέκνον μοι, δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς, σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίου τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους. Ἀνδρομάχη ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,