φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας. ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι. ὧδ’, ὦ κάκιστε, τῆσδ’ ἐλυμήνω χέρας; βοῦν ἢ λέοντ’ ἤλπιζες ἐντείνειν βρόχοις; ἢ μὴ ξίφος λαβοῦσ’ ἀμυνάθοιτό σε ἔδεισας; ἕρπε δεῦρ’ ὑπ’ ἀγκάλας, βρέφος, ξύλλυε μητρὸς δεσμόν· ἐν Φθίᾳ σ’ ἐγὼ θρέψω μέγαν τοῖσδ’ ἐχθρόν. εἰ δ’ ἀπῆν δορὸς τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών, τἄλλ’ ὄντες ἴστε μηδενὸς βελτίονες. Χορός ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο. Μενέλαος ἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ· ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼν οὔτ’ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι. καὶ νῦν μέν—οὐ γὰρ ἄφθονον σχολὴν ἔχω— ἄπειμ’ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη, νῦν δ’ ἐχθρὰ ποιεῖ· τήνδ’ ἐπεξελθεῖν θέλω στρατηλατήσας χὑποχείριον λαβεῖν. ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν, ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους. κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖ σώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται· θυμούμενος δὲ τεύξεται θυμουμένων, ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται. τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω·