μισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς; κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν δούς τῳ πολιτῶν, εἶτ’ ἔπασχε τοιάδε, σιγῇ καθῆσ’ ἄν; οὐ δοκῶ· ξένης δ’ ὕπερ τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους; καὶ μὴν ἴσον γ’ ἀνήρ τε καὶ γυνὴ στένει ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ’ αὔτως ἀνὴρ γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων. καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος, τῇ δ’ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα. οὔκουν δίκαιον τοῖς γ’ ἐμοῖς ἐπωφελεῖν; γέρων γέρων εἶ. τὴν δ’ ἐμὴν στρατηγίαν λέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον. Ἑλένη δ’ ἐμόχθησ’ οὐχ ἑκοῦσ’, ἀλλ’ ἐκ θεῶν, καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα· ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες ἔβησαν εἰς τἀνδρεῖον· ἡ δ’ ὁμιλία πάντων βροτοῖσι γίγνεται διδάσκαλος. εἰ δ’ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν. οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν. ταῦτ’ εὖ φρονῶν σ’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν· ἢν δ’ ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγία μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία. Χορός παύσασθον ἤδη· λῷστα γὰρ μακρῷ τάδε· λόγων ματαίων, μὴ δύο σφαλῆθ’ ἅμα. Πηλεύς οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται· ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός,