ἀλλ’ ἐκκομίζου παῖδα. κύδιον βροτοῖς πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ. Χορός σμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα γλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶν ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν. Μενέλαος τί δῆτ’ ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί, καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε; ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς, κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις ἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον, ἣν χρῆν σ’ ἐλαύνειν τήνδ’ ὑπὲρ Νείλου ῥοὰς ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα πλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν, τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην. Πάρις γάρ, ὃς σὸν παῖδ’ ἔπεφν’ Ἀχιλλέα, Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ’ ἥδ’ Ἕκτορος. καὶ τῇδέ γ’ εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγος καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον, τίκτειν δ’ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς. ἁγὼ προνοίᾳ τῇ τε σῇ κἀμῇ, γέρον, κτανεῖν θέλων τήνδ’ ἐκ χερῶν ἁρπάζομαι. καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου· ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ’ ἄπο βλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδος στήσεις τυράννους, βάρβαροι δ’ ὄντες γένος Ἕλλησιν ἄρξουσ’; εἶτ’ ἐγὼ μὲν οὐ φρονῶ