σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα; οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς. ἑλὼν δὲ Τροίαν—εἶμι γὰρ κἀνταῦθά σοι— οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών, ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα, ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ. κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ κτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σε καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην, κεἰ τρὶς νόθος πέφυκε. πολλάκις δέ τοι ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ, νόθοι τε πολλοὶ γνησίων ἀμείνονες. ἀλλ’ ἐκκομίζου παῖδα. κύδιον βροτοῖς πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ. Χορός σμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα γλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶν ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν. Μενέλαος τί δῆτ’ ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί, καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε; ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς, κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις ἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον, ἣν χρῆν σ’ ἐλαύνειν τήνδ’ ὑπὲρ Νείλου ῥοὰς ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα πλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν, τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην.