ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας, παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις, πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα. ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲ μιάστορ’ ὥς τιν’ εἰσδέδορκ’ Ἀχιλλέως. ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος, κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασιν ὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν. κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ μητρῷ’ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι, μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν. πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας, σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα; οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς. ἑλὼν δὲ Τροίαν—εἶμι γὰρ κἀνταῦθά σοι— οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών, ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα, ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ. κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ κτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σε καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην, κεἰ τρὶς νόθος πέφυκε. πολλάκις δέ τοι ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ, νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.