καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους, φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται, οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεται Μενέλαος εἰς σὲ παῖς θ’, ἅ σοι φυλακτέα. Ἀνδρομάχη ὦ φιλτάτη σύνδουλε—σύνδουλος γὰρ εἶ τῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ— τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ, κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ; θεράπαινα τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ, κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου. Ἀνδρομάχη οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον; πόθεν ποτ’; ὦ δύστηνος, ὡς ἀπωλόμην. Θεράπαινα οὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε· φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο. Ἀνδρομάχη ἀπωλόμην ἄρ’. ὦ τέκνον, κτενοῦσί σε δισσοὶ λαβόντες γῦπες· ὁ δὲ κεκλημένος πατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων. Θεράπαινα δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ ἂν πράσσειν κακῶς κείνου παρόντος· νῦν δ’ ἔρημος εἶ φίλων. Ἀνδρομάχη οὐδ’ ἀμφὶ Πηλέως ἦλθεν, ὡς ἥξοι, φάτις; Θεράπαινα γέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών. Ἀνδρομάχη καὶ μὴν ἔπεμψ’ ἐπ’ αὐτὸν οὐχ ἅπαξ μόνον. Θεράπαινα μῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ ἀγγέλων; Ἀνδρομάχη πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν; Θεράπαινα τί δῆτα φήσω χρόνιος οὖσ’ ἐκ δωμάτων; Ἀνδρομάχη πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ. Θεράπαινα κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ. Ἀνδρομάχη ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς. Θεράπαινα οὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσῃς ἐμοί. ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίος