οὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας. Μενέλαος οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά; Πηλεύς ναί, δρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίᾳ. Μενέλαος ὡς τήνδ’ ἀπάξεις οὔποτ’ ἐξ ἐμῆς χερός. Πηλεύς σκήπτρῳ δὲ τῷδε σὸν καθαιμάξω κάρα; Μενέλαος ψαῦσόν γ’, ἵν’ εἰδῇς, καὶ πέλας πρόσελθέ μου. Πηλεύς σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν; σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου; ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος, ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών, ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχων πασῶν κακίστην. οὐδ’ ἂν εἰ βούλοιτό τις σώφρων γένοιτο Σπαρτιατίδων κόρη, αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις δρόμους παλαίστρας τ’ οὐκ ἀνασχετοὺς ἐμοὶ κοινὰς ἔχουσι. κᾆτα θαυμάζειν χρεὼν εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε; Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμων τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε νεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα. κἄπειτ’ ἐκείνης οὕνεχ’ Ἑλλήνων ὄχλον τοσόνδ’ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον; ἣν χρῆν σ’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ, κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένειν μισθόν τε δόντα μήποτ’ εἰς οἴκους λαβεῖν. ἀλλ’ οὔτι ταύτῃ σὸν φρόνημ’ ἐπούρισας,