ἔτικτέ σοι παῖδ’, ἣν σὺ θαυμαστὴν σέβεις, ἄγουσ’ ἀποσπάσαντες, οὔτε τῳ δίκῃ κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν γνόντες τέκνου τε τοῦδ’, ὃν οὐδὲν αἴτιον μέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτενεῖν. ἀλλ’ ἀντιάζω σ’, ὦ γέρον, τῶν σῶν πάρος πίτνουσα γονάτων—χειρὶ δ’ οὐκ ἔξεστί μοι τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος— ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ ἐμοί, γέρον. Πηλεύς χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά, καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι. Μενέλαος ἐγὼ δ’ ἀπαυδῶ γ’ ἄλλος οὐχ ἥσσων σέθεν καὶ τῆσδε πολλῷ κυριώτερος γεγώς. Πηλεύς πῶς; ἦ τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼν δεῦρ’; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν; Μενέλαος εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ. Πηλεύς οὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας. Μενέλαος οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά; Πηλεύς ναί, δρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίᾳ. Μενέλαος ὡς τήνδ’ ἀπάξεις οὔποτ’ ἐξ ἐμῆς χερός. Πηλεύς σκήπτρῳ δὲ τῷδε σὸν καθαιμάξω κάρα; Μενέλαος ψαῦσόν γ’, ἵν’ εἰδῇς, καὶ πέλας πρόσελθέ μου. Πηλεύς σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν; σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου; ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος, ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών, ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχων