θῦμα δάιον, ὦ χθονὸς Φθίας κράντορες. Παῖς ὦ πάτερ, μόλε φίλοις ἐπίκουρος. Ἀνδρομάχη κείσῃ δή, τέκνον ὦ φίλος, μαστοῖς ματέρος ἀμφὶ σᾶς νεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷ τ’ Παῖς ὤμοι μοι, τί πάθω; τάλας δῆτ’ ἐγὼ σύ τε, μᾶτερ. Μενέλαος ἴθ’ ὑποχθόνιοι· καὶ γὰρ ἀπ’ ἐχθρῶν ἥκετε πύργων· δύο δ’ ἐκ δισσαῖν θνῄσκετ’ ἀνάγκαιν· σὲ μὲν ἡμετέρα ψῆφος ἀναιρεῖ, παῖδα δ’ ἐμὴ παῖς τόνδ’ Ἑρμιόνη· καὶ γὰρ ἀνοία μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν, ἐξὸν κτείνειν καὶ φόβον οἴκων ἀφελέσθαι. Ἀνδρομάχη ὦ πόσις πόσις, εἴθε σὰν χεῖρα καὶ δόρυ σύμμαχον κτησαίμαν, Πριάμου παῖ. Παῖς δύστανος, τί δ’ ἐγὼ μόρου παράτροπον μέλος εὕρω; Ἀνδρομάχη λίσσου, γούνασι δεσπότου χρίμπτων, ὦ τέκνον. Παῖς ὦ φίλος, φίλος, ἄνες θάνατόν μοι. Ἀνδρομάχη λείβομαι δάκρυσιν κόρας, στάζω λισσάδος ὡς πέτρας λιβὰς ἀνήλιος, ἁ τάλαιν’  Παῖς ὤμοι μοι, τί δ’ ἐγὼ κακῶν