ἄχθος ἐπ’ ἄχθει καὶ στάσις πολίταις· τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖν ἔριν Mοῦ- σαι φιλοῦσι κραίνειν. Χορός πνοαὶ δ’ ὅταν φέρωσι ναυτίλους θοαί, κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι, σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον φαυλοτέρας φρενὸς αὐτοκρατοῦς. ἑνὸς ἁ δύνασις ἀνά τε μέλαθρα κατά τε πόλιας, ὁπόταν εὑ- ρεῖν θέλωσι καιρόν. Χορός ἔδειξεν ἡ Λάκαινα τοῦ στρατηλάτα Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ’ ἑτέρῳ λέχεϊ, κτείνει δὲ τὴν τάλαιναν Ἰλιάδα κόραν παῖδά τε δύσφρονος ἔριδος ὕπερ. ἄθεος ἄνομος ἄχαρις ὁ φόνος· ἔτι σε, πότνια, μετατροπὰ τῶνδ’ ἔπεισιν ἔργων. Χορός καὶ μὴν ἐσορῶ τόδε σύγκρατον ζεῦγος πρὸ δόμων ψήφῳ θανάτου κατακεκριμένον. δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ, μητρὸς λεχέων ὃς ὑπερθνῄσκεις οὐδὲν μετέχων οὐδ’ αἴτιος ὢν βασιλεῦσιν. Ἀνδρομάχη ἅδ’ ἐγὼ χέρας αἱματη- ρὰς βρόχοισι κεκλῃμένα πέμπομαι κατὰ γαίας. Παῖς μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷ πτέρυγι συγκαταβαίνω.